Translation: Click to toggle diacritical marks Click to open and empty search window Click to open lexicon Click to show Rahlfs Click to toggle definitions Click to hide morphology
012345678910111213141516171819202122232425 
 2627282930313233343536373839404142434445464748495051


Verse 1 Πολλῶν καὶ μεγάλων ἡμῖν διὰ τοῦ νόμου καὶ τῶν προφητῶν
Verse 2 Καὶ τῶν ἄλλων τῶν κατ αὐτοὺς ἠκολουθηκότων δεδομένων
Verse 3 Ὑπὲρ ὡν δέον ἐστὶν ἐπαινεῖν τὸν Ισραηλ παιδείας καὶ σοφίας
Verse 4 Καὶ ὡς οὐ μόνον αὐτοὺς τοὺς ἀναγινώσκοντας δέον ἐστὶν ἐπιστήμονας γίνεσθαι
Verse 5 Ἀλλὰ καὶ τοῖς ἐκτὸς δύνασθαι τοὺς φιλομαθοῦντας χρησίμους εἰναι
Verse 6 Καὶ λέγοντας καὶ γράφοντας
Verse 7 πάππος μου Ἰησοῦς ἐπὶ πλεῖον ἑαυτὸν δοὺς
Verse 8 Εἴς τε τὴν τοῦ νόμου
Verse 9 Καὶ τῶν προφητῶν
Verse 10 Καὶ τῶν ἄλλων πατρίων βιβλίων ἀνάγνωσιν
Verse 11 Καὶ ἐν τούτοις ἱκανὴν ἕξιν περιποιησάμενος
Verse 12 Προήχθη καὶ αὐτὸς συγγράψαι τι τῶν εἰς παιδείαν καὶ σοφίαν ἀνηκόντων
Verse 13 Ὅπως οἱ φιλομαθεῖς καὶ τούτων ἔνοχοι γενόμενοι
Verse 14 Πολλω μᾶλλον ἐπιπροσθῶσιν διὰ τῆς ἐννόμου βιώσεως
Verse 15 Παρακέκλησθε οὐν
Verse 16 Μετ εὐνοίας καὶ προσοχῆς
Verse 17 Τὴν ἀνάγνωσιν ποιεῖσθαι
Verse 18 Καὶ συγγνώμην ἔχειν
Verse 19 Ἐφ οἱς ἂν δοκῶμεν
Verse 20 Τῶν κατὰ τὴν ἑρμηνείαν πεφιλοπονημένων τισὶν τῶν λέξεων ἀδυναμεῖν
Verse 21 Οὐ γὰρ ἰσοδυναμεῖ
Verse 22 Αὐτὰ ἐν ἑαυτοῖς Εβραιστὶ λεγόμενα καὶ ὅταν μεταχθη εἰς ἑτέραν γλῶσσαν
Verse 23 Οὐ μόνον δὲ ταῦτα
Verse 24 Ἀλλὰ καὶ αὐτὸς νόμος καὶ αἱ προφητεῖαι
Verse 25 Καὶ τὰ λοιπὰ τῶν βιβλίων
Verse 26 Οὐ μικρὰν ἔχει τὴν διαφορὰν ἐν ἑαυτοῖς λεγόμενα
Verse 27 Ἐν γὰρ τω ὀγδόω καὶ τριακοστω ἔτει ἐπὶ τοῦ Εὐεργέτου βασιλέως
Verse 28 Παραγενηθεὶς εἰς Αἴγυπτον καὶ συγχρονίσας
Verse 29 Εὑρὼν οὐ μικρᾶς παιδείας ἀφόμοιον
Verse 30 Ἀναγκαιότατον ἐθέμην καὶ αὐτός τινα προσενέγκασθαι σπουδὴν καὶ φιλοπονίαν τοῦ μεθερμηνεῦσαι τήνδε τὴν βίβλον
Verse 31 Πολλὴν ἀγρυπνίαν καὶ ἐπιστήμην προσενεγκάμενος
Verse 32 Ἐν τω διαστήματι τοῦ χρόνου
Verse 33 Πρὸς τὸ ἐπὶ πέρας ἀγαγόντα τὸ βιβλίον ἐκδόσθαι
Verse 34 Καὶ τοῖς ἐν τη παροικίᾳ βουλομένοις φιλομαθεῖν
Verse 35 Προκατασκευαζομένους τὰ ἤθη
Verse 36 Ἐννόμως βιοτεύειν